previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

700

Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
τῷ μὲν νικήσαντι μέγαν τρίποδ᾽ ἐμπυριβήτην,
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ᾽ ἐς μέσσον ἔθηκε,
705πολλὰ δ᾽ ἐπίστατο ἔργα, τίον δέ τεσσαράβοιον.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
ἂν δ᾽ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
710ζωσαμένω δ᾽ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
ἀγκὰς δ᾽ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
ὡς ὅτ᾽ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
τετρίγει δ᾽ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
715ἑλκόμενα στερεῶς: κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον: οἳ δὲ μάλ᾽ αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο:
οὔτ᾽ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
720οὔτ᾽ Αἴας δύνατο, κρατερὴ δ᾽ ἔχεν ἲς Ὀδυσῆος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας:
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
μ᾽ ἀνάειρ᾽, ἐγὼ σέ: τὰ δ᾽ αὖ Διὶ πάντα μελήσει.
725

ὣς εἰπὼν ἀνάειρε: δόλου δ᾽ οὐ λήθετ᾽ Ὀδυσσεύς:
κόψ᾽ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
κὰδ δ᾽ ἔβαλ᾽ ἐξοπίσω: ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
κάππεσε: λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
730κίνησεν δ᾽ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ᾽ ἔτ᾽ ἄειρεν,
ἐν δὲ γόνυ γνάμψεν: ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ᾽ ἐπάλαιον,
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε:
735μηκέτ᾽ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι:
νίκη δ᾽ ἀμφοτέροισιν: ἀέθλια δ᾽ ἶσ᾽ ἀνελόντες
ἔρχεσθ᾽, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
καί ῥ᾽ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: