previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
860ἂν δ᾽ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν: αὐτίκα δ᾽ ἰὸν
ἧκεν ἐπικρατέως, οὐδ᾽ ἠπείλησεν ἄνακτι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
865ὄρνιθος μὲν ἅμαρτε: μέγηρε γάρ οἱ τό γ᾽ Ἀπόλλων:
αὐτὰρ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ᾽ ὄρνις:
ἀντικρὺ δ᾽ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
μὲν ἔπειτ᾽ ἤϊξε πρὸς οὐρανόν, δὲ παρείθη
μήρινθος ποτὶ γαῖαν: ἀτὰρ κελάδησαν Ἀχαιοί.
870σπερχόμενος δ᾽ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
τόξον: ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
αὐτίκα δ᾽ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
ὕψι δ᾽ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν:
875τῇ ῥ᾽ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
ἀντικρὺ δὲ διῆλθε βέλος: τὸ μὲν ἂψ ἐπὶ γαίῃ
πρόσθεν Μηριόναο πάγη ποδός: αὐτὰρ ὄρνις
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
αὐχέν᾽ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
880ὠκὺς δ᾽ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ
κάππεσε: λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
ἂν δ᾽ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
Τεῦκρος δ᾽ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.

αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
885κὰδ δὲ λέβητ᾽ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
θῆκ᾽ ἐς ἀγῶνα φέρων: καί ῥ᾽ ἥμονες ἄνδρες ἀνέσταν:
ἂν μὲν ἄρ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἂν δ᾽ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
890Ἀτρεΐδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
ἠδ᾽ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος:
ἀλλὰ σὺ μὲν τόδ᾽ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε.
895

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ γ᾽ ἥρως
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books IV-VI, 4.101
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: