previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν:
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα λευκά, τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλές, οἱ Θρῇκες πόρον ἄνδρες
235ἐξεσίην ἐλθόντι μέγα κτέρας: οὐδέ νυ τοῦ περ
φείσατ᾽ ἐνὶ μεγάροις γέρων, περὶ δ᾽ ἤθελε θυμῷ
λύσασθαι φίλον υἱόν. δὲ Τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων:
ἔρρετε λωβητῆρες ἐλεγχέες: οὔ νυ καὶ ὑμῖν
240οἴκοι ἔνεστι γόος, ὅτι μ᾽ ἤλθετε κηδήσοντες;
ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκε
παῖδ᾽ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες:
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.

καὶ σκηπανίῳ δίεπ᾽ ἀνέρας: οἳ δ᾽ ἴσαν ἔξω
σπερχομένοιο γέροντος: δ᾽ υἱάσιν οἷσιν ὁμόκλα
νεικείων Ἕλενόν τε Πάριν τ᾽ Ἀγάθωνά τε δῖον
250Πάμμονά τ᾽ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν:
ἐννέα τοῖς γεραιὸς ὁμοκλήσας ἐκέλευε:
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες: αἴθ᾽ ἅμα πάντες
Ἕκτορος ὠφέλετ᾽ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
255 μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροίῃ ἐν εὐρείῃ, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι,
Μήστορά τ᾽ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
Ἕκτορά θ᾽, ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν, οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
260τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης, τὰ δ᾽ ἐλέγχεα πάντα λέλειπται
ψεῦσταί τ᾽ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταῦτά τε πάντ᾽ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: