previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘ 440

καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ᾽ ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445τοῖσι δ᾽ ἐφ᾽ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
πᾶσιν, ἄφαρ δ᾽ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
ἐς δ᾽ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης.
ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450δοῦρ᾽ ἐλάτης κέρσαντες: ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες:
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροῖσιν πυκινοῖσι: θύρην δ᾽ ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455τρεῖς δ᾽ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
τῶν ἄλλων: Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος:
δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
ἐς δ᾽ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
ἐξ ἵππων δ᾽ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε:
460 γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
Ἑρμείας: σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ᾽ Ἀχιλῆος
ὀφθαλμοὺς εἴσειμι: νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην:
465τύνη δ᾽ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
’’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1195
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 5.132
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.501
  • Cross-references to this page (3):
    • Harper's, Domus
    • A Dictionary of Greek and Roman Antiquities (1890), DOMUS
    • A Dictionary of Greek and Roman Antiquities (1890), FI´CTILE
  • Cross-references in general dictionaries to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: