previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
65Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν:
οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται: ἀλλὰ καὶ Ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν:
ὣς γὰρ ἔμοιγ᾽, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
70λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα: γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
75ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.

ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ: ἐπεστονάχησε δὲ λίμνη.
80 δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
εἵαθ᾽ ὁμηγερέες ἅλιαι θεαί: δ᾽ ἐνὶ μέσσῃς
85κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις:
ὄρσο Θέτι: καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
90τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
μίσγεσθ᾽ ἀθανάτοισιν, ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
  • Commentary references to this page (3):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.1
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.12
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books I-III, 1.357
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), IMBROS
    • Smith's Bio, Iris
  • Cross-references in notes to this page (4):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: