previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
πόποι δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ᾽ ἀνδρῶν
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν:
αὔτως γὰρ ἐπέεσσ᾽ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
Ἀτρεΐδη σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345ἄρχευ᾽ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ᾽ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ᾽: ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν:
πρὶν Ἄργος δ᾽ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
ἀστράπτων ἐπιδέξι᾽ ἐναίσιμα σήματα φαίνων.
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360ἀλλὰ ἄναξ αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ:
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω:
κρῖν᾽ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔῃσι: κατὰ σφέας γὰρ μαχέονται.
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (1):
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books I-III, 3.219
  • Cross-references in general dictionaries to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: