previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε:
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν: βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520Πείρως Ἰμβρασίδης ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει.
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν: δ᾽ ὕπτιος ἐν κονίῃσι
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
θυμὸν ἀποπνείων: δ᾽ ἐπέδραμεν ὅς ῥ᾽ ἔβαλέν περ
525Πείροος, οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν: ἐκ δ᾽ ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.

τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοῖο, πάγη δ᾽ ἐν πνεύμονι χαλκός:
ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ᾽ ὄβριμον ἔγχος
530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
τῷ γε γαστέρα τύψε μέσην, ἐκ δ᾽ αἴνυτο θυμόν.
τεύχεα δ᾽ οὐκ ἀπέδυσε: περίστησαν γὰρ ἑταῖροι
Θρήϊκες ἀκρόκομοι δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες,
οἵ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535ὦσαν ἀπὸ σφείων: δὲ χασσάμενος πελεμίχθη.
ὣς τώ γ᾽ ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τετάσθην,
ἤτοι μὲν Θρῃκῶν, δ᾽ Ἐπειῶν χαλκοχιτώνων
ἡγεμόνες: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.

ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
δινεύοι κατὰ μέσσον, ἄγοι δέ Παλλὰς Ἀθήνη
χειρὸς ἑλοῦσ᾽, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν:
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
πρηνέες ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τέταντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
  • Commentary references to this page (4):
    • Walter Leaf, Commentary on the Iliad (1900), 16.419
    • Walter Leaf, Commentary on the Iliad (1900), 21.154
    • Walter Leaf, Commentary on the Iliad (1900), 2.542
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books IV-VI, 5.624
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), COMA
  • Cross-references in general dictionaries to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: