previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
85Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι μετ᾽ Ἀχαιοῖς.
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
χειμάρρῳ, ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας:
τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
ἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος:
πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν:
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων, οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95

τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ᾽ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ᾽ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ᾽ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
θώρηκος γύαλον: διὰ δ᾽ ἔπτατο πικρὸς ὀϊστός,
100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ᾽ αἵματι θώρηξ.
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός:
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων:
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ φημι
δήθ᾽ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.

ὣς ἔφατ᾽ εὐχόμενος: τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,
ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν:
ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.

ὣς ἄρ᾽ ἔφη, Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου:
αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
115κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη:
δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
120δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 467
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.235
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: