previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘’

ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240ἐμμεμαῶτ᾽ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα:
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
ἄνδρ᾽ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
245ἶν᾽ ἀπέλεθρον ἔχοντας: μὲν τόξων ἐῢ εἰδὼς
Πάνδαρος, υἱὸς δ᾽ αὖτε Λυκάονος εὔχεται εἶναι:
Αἰνείας δ᾽ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ᾽ Ἀφροδίτη.
ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων, μηδέ μοι οὕτω
250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
μή τι φόβον δ᾽ ἀγόρευ᾽, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
οὐδὲ καταπτώσσειν: ἔτι μοι μένος ἔμπεδόν ἐστιν:
255ὀκνείω δ᾽ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
ἀντίον εἶμ᾽ αὐτῶν: τρεῖν μ᾽ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
τούτω δ᾽ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
ἄμφω ἀφ᾽ ἡμείων, εἴ γ᾽ οὖν ἕτερός γε φύγῃσιν.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ᾽ ἐπαΐξαι μεμνημένος ἵππων,
ἐκ δ᾽ ἐλάσαι Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
δῶχ᾽ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ᾽ ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ᾽ ἠῶ τ᾽ ἠέλιόν τε,
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους:
270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾽ ἐπὶ φάτνῃ,
τὼ δὲ δύ᾽ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275τὼ δὲ τάχ᾽ ἐγγύθεν ἦλθον ἐλαύνοντ᾽ ὠκέας ἵππους.
τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός:
καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
μάλα σ᾽ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός:
νῦν αὖτ᾽ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
’’’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 680
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: