previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘

ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
τὸν μὲν ἄρ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
ἑσταότ᾽ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας:
580Ἀντίλοχος δὲ Μύδωνα βάλ᾽ ἡνίοχον θεράποντα
ἐσθλὸν Ἀτυμνιάδην: δ᾽ ὑπέστρεφε μώνυχας ἵππους:
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον: ἐκ δ᾽ ἄρα χειρῶν
ἡνία λεύκ᾽ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἀντίλοχος δ᾽ ἄρ᾽ ἐπαΐξας ξίφει ἤλασε κόρσην:
585αὐτὰρ γ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
δηθὰ μάλ᾽ ἑστήκει: τύχε γάρ ῥ᾽ ἀμάθοιο βαθείης:
ὄφρ᾽ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι:
τοὺς ἵμασ᾽ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ᾽ Ἀχαιῶν.
590

τοὺς δ᾽ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς
κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραί: ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ πότνι᾽ Ἐνυώ,
μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
Ἄρης δ᾽ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595φοίτα δ᾽ ἄλλοτε μὲν πρόσθ᾽ Ἕκτορος, ἄλλοτ᾽ ὄπισθε.

τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης:
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
στήῃ ἐπ᾽ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ᾽ ἔδραμ᾽ ὀπίσσω,
600ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ:
φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
τῷ δ᾽ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει:
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
605ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.

ὣς ἄρ᾽ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
ἔνθ᾽ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
610τὼ δὲ πεσόντ᾽ ἐλέησε μέγας Τελαμώνιος Αἴας:
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ᾽ ἐνὶ Παισῷ
ναῖε πολυκτήμων πολυλήϊος: ἀλλά μοῖρα
ἦγ᾽ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
νειαίρῃ δ᾽ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
δούπησεν δὲ πεσών: δ᾽ ἐπέδραμε φαίδιμος Αἴας
τεύχεα συλήσων: Τρῶες δ᾽ ἐπὶ δούρατ᾽ ἔχευαν
ὀξέα παμφανόωντα: σάκος δ᾽ ἀνεδέξατο πολλά.
620αὐτὰρ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
ἐσπάσατ᾽: οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσι.
δεῖσε δ᾽ γ᾽ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε᾽ ἔχοντες,
625οἵ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὦσαν ἀπὸ σφείων: δὲ χασσάμενος πελεμίχθη.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
  • Cross-references in general dictionaries to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: