previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘’ 835

ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,
χειρὶ πάλιν ἐρύσασ᾽, δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν:
δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
ἐμμεμαυῖα θεά: μέγα δ᾽ ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον.
840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη:
αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
ἤτοι μὲν Περίφαντα πελώριον ἐξενάριζεν
Αἰτωλῶν ὄχ᾽ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν:
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος: αὐτὰρ Ἀθήνη
845δῦν᾽ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.

ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
ἤτοι μὲν Περίφαντα πελώριον αὐτόθ᾽ ἔασε
κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
αὐτὰρ βῆ ῥ᾽ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
πρόσθεν Ἄρης ὠρέξαθ᾽ ὑπὲρ ζυγὸν ἡνία θ᾽ ἵππων
ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι:
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855δεύτερος αὖθ᾽ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείῳ: ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ:
τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
ἐκ δὲ δόρυ σπάσεν αὖτις: δ᾽ ἔβραχε χάλκεος Ἄρης
860ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
τοὺς δ᾽ ἄρ᾽ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
δείσαντας: τόσον ἔβραχ᾽ Ἄρης ἆτος πολέμοιο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: