previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽: ἔνθα δ᾽ ἔναιεν
Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
πλωτῇ ἐνὶ νήσῳ: πᾶσαν δέ τέ μιν πέρι τεῖχος
χάλκεον ἄρρηκτον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.
5τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες:
ἔνθ᾽ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
ἤματα: νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν
εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν:
καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον
πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα:
κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν, ὅν κ᾽ ἐθέλῃσι.
νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ:
25αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
ὄφρα φέροι νῆάς τε καὶ αὐτούς: οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἐκτελέειν: αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν.

ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
30καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες:
ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
δῶχ᾽ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν:
οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
35καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι
δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
40πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
ληίδος, ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες:
καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι
Αἴολος. ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν,
45ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
’ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Samuel Butler, Based on public domain edition, revised by Timothy Power and Gregory Nagy., 1900)
hide References (5 total)
  • Cross-references to this page (3):
  • Cross-references in notes to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: