previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων:
ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν.
τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα
κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
50ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
ἀλλ᾽ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ᾽ ἐνὶ νηὶ
κείμην. αἱ δ᾽ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
55αὖτις ἐπ᾽ Αἰολίην νῆσον, στενάχοντο δ᾽ ἑταῖροι.

ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ,
αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,
δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον
60βῆν εἰς Αἰόλου κλυτὰ δώματα: τὸν δ᾽ ἐκίχανον
δαινύμενον παρὰ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ
ἑζόμεθ᾽: οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο:

πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
65 μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ᾽ ἀφίκοιο
πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.

ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ:
ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
σχέτλιος. ἀλλ᾽ ἀκέσασθε, φίλοι: δύναμις γὰρ ἐν ὑμῖν.
70

ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
οἱ δ᾽ ἄνεῳ ἐγένοντο: πατὴρ δ᾽ ἠμείβετο μύθῳ:

ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων:
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν
ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν:
75ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.

ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς
ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
ἠπύει εἰσελάων, δέ τ᾽ ἐξελάων ὑπακούει.
ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
85τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων:
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
  • Commentary references to this page (1):
    • Charles Simmons, The Metamorphoses of Ovid, Books XIII and XIV, 14.233
  • Cross-references to this page (5):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.1.5
    • Harper's, Pictūra
    • A Dictionary of Greek and Roman Antiquities (1890), PICTU´RA
    • Dictionary of Greek and Roman Geography (1854), LAESTRY´GONES
    • Smith's Bio, Anti'phates
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: