previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
50Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσιν
55ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

χαῖρέ μοι, βασίλεια, διαμπερές, εἰς κε γῆρας
60ἔλθῃ καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.
αὐτὰρ ἐγὼ νέομαι: σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.

ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης:
Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν:
δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70

αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν:
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
75πρυμνῆς: ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
σιγῇ: τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
κόσμῳ, πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.
εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
δ᾽, ὥς τ᾽ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ᾽ ὄπισθε
85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον: οὐδέ κεν ἴρηξ
κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
ὣς ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,
ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα:
90ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
δὴ τότε γ᾽ ἀτρέμας εὗδε, λελασμένος ὅσσ᾽ ἐπεπόνθει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: