previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς φάθ᾽, δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον
110ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καί οἱ πλησάμενος δῶκε σκύφον, περ ἔπινεν,
οἴνου ἐνίπλειον: δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
115

φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
120εἴ κέ μιν ἀγγείλαιμι ἰδών: ἐπὶ πολλὰ δ᾽ ἀλήθην.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν:
γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125ψεύδοντ᾽, οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:
δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
130 θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν:
135 τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦ
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ᾽ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω,
140οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
145τὸν μὲν ἐγών, ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
αἰδέομαι: πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ:
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PREPOSITIONS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: