previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός:
ξεῖν᾽, οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τε
εἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,
ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
405αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην:
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
νῦν δ᾽ ὥρη δόρποιο: τάχιστά μοι ἔνδον ἑταῖροι
εἶεν, ἵν᾽ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
410ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός:

ἄξεθ᾽ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
415τηλεδαπῷ: πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽, οἵ περ ὀϊζὺν
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων:
ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν.

ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρῃ: οὐδὲ συβώτης
λήθετ᾽ ἄρ᾽ ἀθανάτων: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
425κόψε δ᾽ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων:
τὸν δ᾽ ἔλιπε ψυχή. τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν:
αἶψα δέ μιν διέχευαν: δ᾽ ὠμοθετεῖτο συβώτης,
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
430μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα: ἂν δὲ συβώτης
ἵστατο δαιτρεύσων: περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων:
435τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
θῆκεν ἐπευξάμενος, τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστῳ:
νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος:
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:
440

αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
οἷα πάρεστι: θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ᾽ ἐάσει,
445ὅττι κεν θυμῷ ἐθέλῃ: δύναται γὰρ ἅπαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 4
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: