previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
180οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης:
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.

καὶ ἐφ᾽ ἵπποιϊν μάστιν βάλεν: οἱ δὲ μάλ᾽ ὦκα
ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
185δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:
ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
ἔνθα δὲ νύκτ᾽ ἄεσαν δὲ τοῖς πὰρ ξείνια θῆκεν.

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
190ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἄκοντε πετέσθην.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον:
καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν:
195

Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ᾽ εἶναι
ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν:
ἥδε δ᾽ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ,
200μή μ᾽ γέρων ἀέκοντα κατάσχῃ ἐνὶ οἴκῳ
ἱέμενος φιλέειν: ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.

ὣς φάτο, Νεστορίδης δ᾽ ἄρ᾽ ἑῷ συμφράσσατο θυμῷ,
ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
205στρέψ᾽ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
νηῒ δ᾽ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε:
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:

σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
210πρὶν ἐμὲ οἴκαδ᾽ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
ἀλλ᾽ αὐτὸς καλέων δεῦρ᾽ εἴσεται, οὐδέ φημι
ἂψ ἰέναι κενεόν: μάλα γὰρ κεχολώσεται ἔμπης.
215

ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ᾽ ἄρα δώμαθ᾽ ἵκανε.
Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν:
ἐγκοσμεῖτε τὰ τεύχε᾽, ἑταῖροι, νηῒ μελαίνῃ,
αὐτοί τ᾽ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
220

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
αἶψα δ᾽ ἄρ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (3 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.4
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PYLUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: