previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
πρυμνότατον κατὰ νῶτον: δ᾽ ἐστάθη ἠΰτε πέτρη
ἔμπεδον, οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
465ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
ἂψ δ᾽ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, κὰδ δ᾽ ἄρα πήρην
θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε:

κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
470οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
βλήεται, περὶ βουσὶν ἀργεννῇς ὀΐεσσιν:
αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
οὐλομένης, πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.
475ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός:
ἔσθι᾽ ἕκηλος, ξεῖνε, καθήμενος, ἄπιθ᾽ ἄλλῃ,
μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽, οἷ᾽ ἀγορεύεις,
480 ποδὸς καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν:
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

Ἀντίνο᾽, οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,
οὐλόμεν᾽, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
485καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.

ὣς ἄρ᾽ ἔφαν μνηστῆρες, δ᾽ οὐκ ἐμπάζετο μύθων.
Τηλέμαχος δ᾽ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
490βλημένου, οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
βλημένου ἐν μεγάρῳ, μετ᾽ ἄρα δμῳῇσιν ἔειπεν:
αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
495τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
εἰ γὰρ ἐπ᾽ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο:
οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.

τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
μαῖ᾽, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται:
500Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
ἀνέρας αἰτίζων: ἀχρημοσύνη γὰρ ἀνώγει:
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,
οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.611
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: