previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ᾽ ἀγορεύεις,
κεῖσ᾽ ἐλθών, ἵνα σ᾽ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
340

ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
βὰν δ᾽ ἴμεναι διὰ δῶμα, λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης
ταρβοσύνῃ: φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
αὐτὰρ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
ἑστήκειν ἐς πάντας ὁρώμενος: ἄλλα δέ οἱ κῆρ
345ὥρμαινε φρεσὶν ᾗσιν, ῥ᾽ οὐκ ἀτέλεστα γένοντο.

μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ᾽ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν,
350κερτομέων Ὀδυσῆα: γέλω δ᾽ ἑτάροισιν ἔτευχε.

κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
οὐκ ἀθεεὶ ὅδ᾽ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει:
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ᾽ ἠβαιαί.

ῥ᾽, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον:
ξεῖν᾽, ἄρ κ᾽ ἐθέλοις θητευέμεν, εἴ σ᾽ ἀνελοίμην,
ἀγροῦ ἐπ᾽ ἐσχατιῆςμισθὸς δέ τοι ἄρκιος ἔσται
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360ἔνθα κ᾽ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
εἵματα δ᾽ ἀμφιέσαιμι ποσίν θ᾽ ὑποδήματα δοίην.
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθες, οὐκ ἐθελήσεις
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
βούλεαι, ὄφρ᾽ ἄν ἔχῃς βόσκειν σὴν γαστέρ᾽ ἄναλτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: