previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν: αὐτὰρ Ὀδυσσεὺς
395Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
Εὐρύμαχον δείσας: δ᾽ ἄρ᾽ οἰνοχόον βάλε χεῖρα
δεξιτερήν: πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
αὐτὰρ γ᾽ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

αἴθ᾽ ὤφελλ᾽ ξεῖνος ἀλώμενος ἄλλοθ᾽ ὀλέσθαι
πρὶν ἐλθεῖν: τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
405τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
βρωτὺν οὐδὲ ποτῆτα: θεῶν νύ τις ὔμμ᾽ ὀροθύνει.
ἀλλ᾽ εὖ δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες,
ὁππότε θυμὸς ἄνωγε: διώκω δ᾽ οὔ τιν᾽ ἐγώ γε.
410

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, θαρσαλέως ἀγόρευε.
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος:

φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ᾽ ἰόντες:
420τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
Τηλεμάχῳ μελέμεν: τοῦ γὰρ φίλον ἵκετο δῶμα.

ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
κῆρυξ Δουλιχιεύς: θεράπων δ᾽ ἦν Ἀμφινόμοιο:
425νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσι
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
βάν ῥ᾽ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 1.561
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: