previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ᾽ εὐνήν,
δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
ὥς κ᾽ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
320ἠῶθεν δὲ μάλ᾽ ἦρι λοέσσαι τε χρῖσαί τε,
ὥς κ᾽ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
ἥμενος ἐν μεγάρῳ: τῷ δ᾽ ἄλγιον ὅς κεν ἐκείνων
τοῦτον ἀνιάζῃ θυμοφθόρος: οὐδέ τι ἔργον
ἐνθάδ᾽ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε᾽ ὀπίσσω
ζωῷ, ἀτὰρ τεθνεῶτί γ᾽ ἐφεψιόωνται ἅπαντες:
ὃς δ᾽ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
πάντας ἐπ᾽ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
335τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
ἤχθεθ᾽, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
340κείω δ᾽ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον:
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
ἄεσα καί τ᾽ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
γίγνεται: οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ᾽ ἐγώ περ:
τῇ δ᾽ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
350ξεῖνε φίλ᾽: οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
ὡς σὺ μάλ᾽ εὐφραδέως πεπνυμένα πάντ᾽ ἀγορεύεις:
ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε᾽ ἔχουσα
κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ᾽ ἀτίταλλε,
355δεξαμένη χείρεσσ᾽, ὅτε μιν πρῶτον τέκε μήτηρ,
σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
ἀλλ᾽ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
νίψον σοῖο ἄνακτος ὁμήλικα: καί που Ὀδυσσεὺς
ἤδη τοιόσδ᾽ ἐστὶ πόδας τοιόσδε τε χεῖρας:
360αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: