previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ᾽ ἐπ᾽ αὐτῷ
σμερδαλέα ἰάχων: δ᾽ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος: ἐκ δ᾽ ἄρα χειρὸς
φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85κάππεσεν ἰδνωθείς, ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε
καὶ δέπας ἀμφικύπελλον: δὲ χθόνα τύπτε μετώπῳ
θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
λακτίζων ἐτίνασσε: κατ᾽ ὀφθαλμῶν δ᾽ ἔχυτ᾽ ἀχλύς.

Ἀμφίνομος δ᾽ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ᾽ ἄρα μιν φθῆ
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν:
δούπησεν δὲ πεσών, χθόνα δ᾽ ἤλασε παντὶ μετώπῳ.
95Τηλέμαχος δ᾽ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
αὐτοῦ ἐν Ἀμφινόμῳ: περὶ γὰρ δίε μή τις Ἀχαιῶν
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἐλάσειε
φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
βῆ δὲ θέειν, μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
100ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
αὐτός τ᾽ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
καὶ τῷ βουκόλῳ ἄλλα: τετευχῆσθαι γὰρ ἄμεινον.
105

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ᾽ ὀϊστοί,
μή μ᾽ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.

ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
βῆ δ᾽ ἴμεναι θάλαμόνδ᾽, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110ἔνθεν τέσσαρα μὲν σάκε᾽ ἔξελε, δούρατα δ᾽ ὀκτὼ
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:
βῆ δὲ φέρων, μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν:
ὣς δ᾽ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115ἔσταν δ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.

αὐτὰρ γ᾽, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
τόφρα μνηστήρων ἕνα γ᾽ αἰεὶ ἐνὶ οἴκῳ
βάλλε τιτυσκόμενος: τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
ἔκλιν᾽ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
αὐτὸς δ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
125εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.101
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: