previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
ἀκρότατον δὲ παρ᾽ οὐδὸν ἐϋσταθέος μεγάροιο
ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι.
τὴν δ᾽ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130ἑσταότ᾽ ἄγχ᾽ αὐτῆς: μία δ᾽ οἴη γίγνετ᾽ ἐφορμή.
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων:

φίλοι, οὐκ ἂν δή τις ἀν᾽ ὀρσοθύρην ἀναβαίη
καὶ εἴποι λαοῖσι, βοὴ δ᾽ ὤκιστα γένοιτο;
τῷ κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
135

τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν:
οὔ πως ἔστ᾽, Ἀγέλαε διοτρεφές: ἄγχι γὰρ αἰνῶς
αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης:
καί χ᾽ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ᾽ ἄλκιμος εἴη.
ἀλλ᾽ ἄγεθ᾽, ὑμῖν τεύχε᾽ ἐνείκω θωρηχθῆναι
140ἐκ θαλάμου: ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.

ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
ἔνθεν δώδεκα μὲν σάκε᾽ ἔξελε, τόσσα δὲ δοῦρα
145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας:
βῆ δ᾽ ἴμεναι, μάλα δ᾽ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
μακρὰ τινάσσοντας: μέγα δ᾽ αὐτῷ φαίνετο ἔργον.
150αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:

Τηλέμαχ᾽, μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
πάτερ, αὐτὸς ἐγὼ τόδε γ᾽ ἤμβροτονοὐδέ τις ἄλλος
155αἴτιοςὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
κάλλιπον ἀγκλίνας: τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
ἀλλ᾽ ἴθι, δῖ᾽ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
καὶ φράσαι τις ἄρ᾽ ἐστὶ γυναικῶν τάδε ῥέζει,
υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
160

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
βῆ δ᾽ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα:

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
165κεῖνος δ᾽ αὖτ᾽ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ᾽ αὐτοί,
ἔρχεται ἐς θάλαμον: σὺ δέ μοι νημερτὲς ἐνίσπες,
μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
ἦε σοὶ ἐνθάδ᾽ ἄγω, ἵν᾽ ὑπερβασίας ἀποτίσῃ
πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references in general dictionaries to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: