previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

210

ὣς φάτ᾽, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
μνηστῆρες δ᾽ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι:
πρῶτος τήν γ᾽ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος:

Μέντορ, μή σ᾽ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω:
ὁππότε κεν τούτους κτέωμεν, πατέρ᾽ ἠδὲ καὶ υἱόν,
ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
ἔρδειν ἐν μεγάροις: σῷ δ᾽ αὐτοῦ κράατι τίσεις.
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
220κτήμαθ᾽ ὁπόσσα τοί ἐστι, τά τ᾽ ἔνδοθι καὶ τὰ θύρηφι,
τοῖσιν Ὀδυσσῆος μεταμίξομεν: οὐδέ τοι υἷας
ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
οὐδ᾽ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.

ὣς φάτ᾽, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225νείκεσσεν δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν:

οὐκέτι σοί γ᾽, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
οἵη ὅτ᾽ ἀμφ᾽ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
πολλοὺς δ᾽ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230σῇ δ᾽ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθ᾽ ἱκάνεις,
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
ἀλλ᾽ ἄγε δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,
ὄφρ᾽ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
235Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.

ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
ἀλλ᾽ ἔτ᾽ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
ἠμὲν Ὀδυσσῆος ἠδ᾽ υἱοῦ κυδαλίμοιο.
αὐτὴ δ᾽ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240ἕζετ᾽ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.

μνηστῆρας δ᾽ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων:
οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ᾽ ἄριστοι,
245ὅσσοι ἔτ᾽ ἔζωον περί τε ψυχέων ἐμάχοντο:
τοὺς δ᾽ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων:

φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους:
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250οἱ δ᾽ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
ἀλλ᾽ ἄγεθ᾽ οἱ ἓξ πρῶτον ἀκοντίσατ᾽, αἴ κέ ποθι Ζεὺς
δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
τῶν δ᾽ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (2):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.611
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 5.183
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.2
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: