previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

255

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
ἱέμενοι: τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260αὐτὰρ ἐπεὶ δὴ δούρατ᾽ ἀλεύαντο μνηστήρων,
τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:

φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
265

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
ἄντα τιτυσκόμενοι: Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
Εὐρυάδην δ᾽ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
Πείσανδρον δ᾽ ἄρ᾽ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
οἱ μὲν ἔπειθ᾽ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270μνηστῆρες δ᾽ ἀνεχώρησαν μεγάροιο μυχόνδε:
τοὶ δ᾽ ἄρ᾽ ἐπήϊξαν, νεκύων δ᾽ ἐξ ἔγχε᾽ ἕλοντο.

αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
ἱέμενοι: τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
Ἀμφιμέδων δ᾽ ἄρα Τηλέμαχον βάλε χεῖρ᾽ ἐπὶ καρπῷ
λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
Κτήσιππος δ᾽ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280ὦμον ἐπέγραψεν: τὸ δ᾽ ὑπέρπτατο, πῖπτε δ᾽ ἔραζε.
τοὶ δ᾽ αὖτ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
ἔνθ᾽ αὖτ᾽ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης:
285Κτήσιππον δ᾽ ἄρ᾽ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα:

Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
μῦθον ἐπιτρέψαι, ἐπεὶ πολὺ φέρτεροί εἰσι.
290τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ᾽ ἔδωκας
ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ᾽ ἀλητεύοντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: