previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γρηῢς δ᾽ εἰς ὑπερῷ᾽ ἀνεβήσετο καγχαλόωσα,
δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα:
γούνατα δ᾽ ἐρρώσαντο, πόδες δ᾽ ὑπερικταίνοντο.
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:
5

ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
ὀφθαλμοῖσι τεοῖσι τά τ᾽ ἔλδεαι ἤματα πάντα.
ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
μνηστῆρας δ᾽ ἔκτεινεν ἀγήνορας, οἵ θ᾽ ἑὸν οἶκον
κήδεσκον καὶ κτήματ᾽ ἔδον βιόωντό τε παῖδα.
10τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ᾽ ἐόντα,
καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν:
οἵ σέ περ ἔβλαψαν: πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
15τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ᾽ ἀνεγείρεις
ἡδέος, ὅς μ᾽ ἐπέδησε φίλα βλέφαρ᾽ ἀμφικαλύψας;
οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
20ἀλλ᾽ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
εἰ γάρ τίς μ᾽ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
ταῦτ᾽ ἐλθοῦσ᾽ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
αὖτις ἔσω μέγαρον: σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
25τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ᾽ ἔτυμόν τοι
ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ᾽ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
30ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
ὄφρ᾽ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.

ὣς ἔφαθ᾽, δ᾽ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
γρηῒ περιπλέχθη, βλεφάρων δ᾽ ἀπὸ δάκρυον ἧκεν:
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
35

εἰ δ᾽ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
μοῦνος ἐών, οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.

τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
40οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
κτεινομένων: ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
ἥμεθ᾽ ἀτυζόμεναι, σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι,
πρίν γ᾽ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
Τηλέμαχος: τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
45εὗρον ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
ἑσταόθ᾽: οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
κείατ᾽ ἐπ᾽ ἀλλήλοισιν: ἰδοῦσά κε θυμὸν ἰάνθης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: