previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:
345ὁππότε δή ῥ᾽ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
αὐτίκ᾽ ἀπ᾽ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
ὦρσεν, ἵν᾽ ἀνθρώποισι φόως φέροι: ὦρτο δ᾽ Ὀδυσσεὺς
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ᾽ ἐπὶ μῦθον ἔτελλεν:
350

γύναι, ἤδη μὲν πολέων κεκορήμεθ᾽ ἀέθλων
ἀμφοτέρω, σὺ μὲν ἐνθάδ᾽ ἐμὸν πολυκηδέα νόστον
κλαίουσ᾽. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης:
νῦν δ᾽ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ᾽ εὐνήν,
355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
μῆλα δ᾽ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ᾽ Ἀχαιοὶ
δώσουσ᾽, εἰς κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
ἀλλ᾽ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
360ὀψόμενος πατέρ᾽ ἐσθλόν, μοι πυκινῶς ἀκάχηται:
σοὶ δέ, γύναι, τάδ᾽ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ:
αὐτίκα γὰρ φάτις εἶσιν ἅμ᾽ ἠελίῳ ἀνιόντι
ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν:
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
365ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ᾽ ἐρέεινε.

ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
πάντας δ᾽ ἔντε᾽ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
370ὤϊξαν δὲ θύρας, ἐκ δ᾽ ἤϊον: ἦρχε δ᾽ Ὀδυσσεύς.
ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ᾽ ἄρ᾽ Ἀθήνη
νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: