previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

365τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,

ἀμφὶ δ᾽ ἄρα χλαῖναν καλὴν βάλεν: αὐτὰρ Ἀθήνη
ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν,
μείζονα δ᾽ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
370ἐκ δ᾽ ἀσαμίνθου βῆ: θαύμαζε δέ μιν φίλος υἱός,
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

πάτερ, μάλα τίς σε θεῶν αἰειγενετάων
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
375τὸν δ᾽ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα:
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
380τεύχε᾽ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
ἄνδρας μνηστῆρας: τῷ κε σφέων γούνατ᾽ ἔλυσα
πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.

ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
ἔνθ᾽ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
ἦλθ᾽ γέρων Δολίος, σὺν δ᾽ υἱεῖς τοῖο γέροντος,
ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
μήτηρ γρηῦς Σικελή, σφεας τρέφε καί ῥα γέροντα
390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
οἱ δ᾽ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες: αὐτὰρ Ὀδυσσεὺς
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν:

γέρον, ἵζ᾽ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς:
395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.

ὣς ἄρ ἔφη, Δολίος δ᾽ ἰθὺς κίε χεῖρε πετάσσας
ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ᾽ ἐπὶ καρπῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
400

φίλ᾽, ἐπεὶ νόστησας ἐελδομένοισι μάλ᾽ ἡμῖν
οὐδ᾽ ἔτ᾽ ὀϊομένοισι, θεοὶ δέ σ᾽ ἀνήγαγον αὐτοί,
οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ,
ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
405νοστήσαντά σε δεῦρ᾽, ἄγγελον ὀτρύνωμεν.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
γέρον, ἤδη οἶδε: τί σε χρὴ ταῦτα πένεσθαι;

ὣς φάθ᾽, δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου.
ὣς δ᾽ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ᾽ Ὀδυσῆα
410δεικανόωντ᾽ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
ἑξείης δ᾽ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (1):
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books I-III, 2.635
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), LEUCAS
  • Cross-references in notes to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: