previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη:
γέρον, τοι ταῦτα κατὰ μοῖραν κατέλεξας:
ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεθα: τοῖο γὰρ ὥρη.
335ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν:
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.

ῥα Διὸς θυγάτηρ, οἱ δ᾽ ἔκλυον αὐδησάσης.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι:
γλώσσας δ᾽ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ᾽ ἐπέλειβον.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός,
δὴ τότ᾽ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345Νέστωρ δ᾽ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν:

Ζεὺς τό γ᾽ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὡς ὑμεῖς παρ᾽ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
ὥς τέ τευ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ᾽ ἐνὶ οἴκῳ,
350οὔτ᾽ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
οὔ θην δὴ τοῦδ᾽ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
νηὸς ἐπ᾽ ἰκριόφιν καταλέξεται, ὄφρ᾽ ἂν ἐγώ γε
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355ξείνους ξεινίζειν, ὅς τίς κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται.

τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
εὖ δὴ ταῦτά γ᾽ ἔφησθα, γέρον φίλε: σοὶ δὲ ἔοικεν
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
ἀλλ᾽ οὗτος μὲν νῦν σοὶ ἅμ᾽ ἕψεται, ὄφρα κεν εὕδῃ
360σοῖσιν ἐνὶ μεγάροισιν: ἐγὼ δ᾽ ἐπὶ νῆα μέλαιναν
εἶμ᾽, ἵνα θαρσύνω θ᾽ ἑτάρους εἴπω τε ἕκαστα.
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι:
οἱ δ᾽ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
νῦν: ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
εἶμ᾽ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
οὐδ᾽ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
πέμψον σὺν δίφρῳ τε καὶ υἱέι: δὸς δέ οἱ ἵππους,
370οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (9 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 238
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 821
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.260
  • Cross-references to this page (3):
    • Harper's, Cena
    • A Dictionary of Greek and Roman Antiquities (1890), CENA
    • Athenaeus, Deipnosophistae, Ath. 5.18
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: