previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

795

ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη:
εἴδωλον ποίησε, δέμας δ᾽ ἤικτο γυναικί,
Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
800ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν:

εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
805οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
κλαίειν οὐδ᾽ ἀκάχησθαι, ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
σὸς παῖς: οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν:
810

τίπτε, κασιγνήτη, δεῦρ᾽ ἤλυθες; οὔ τι πάρος γε
πωλέ᾽, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις:
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάων
πολλέων, αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος:
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου:
820τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
γε τῶν ἐνὶ δήμῳ, ἵν᾽ οἴχεται, ἐνὶ πόντῳ:
δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.

τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
825θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην:
τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται, ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
Παλλὰς Ἀθηναίη: σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει:
νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
830

τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
835

τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
ζώει γ᾽ τέθνηκε: κακὸν δ᾽ ἀνεμώλια βάζειν.

ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
ἐς πνοιὰς ἀνέμων. δ᾽ ἐξ ὕπνου ἀνόρουσε
840κούρη Ἰκαρίοιο: φίλον δέ οἱ ἦτορ ἰάνθη,
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.

μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἀστερίς, οὐ μεγάλη: λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῇ
ἀμφίδυμοι: τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: