previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
130βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
δαίεται: αὐτὰρ βουσὶ μετέρχεται ὀίεσσιν
ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους: κέλεται δέ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:
135ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
μίξεσθαι, γυμνός περ ἐών: χρειὼ γὰρ ἵκανε.
σμερδαλέος δ᾽ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠιόνας προὐχούσας:
οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε: τῇ γὰρ Ἀθήνη
140θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
στῆ δ᾽ ἄντα σχομένη: δὲ μερμήριξεν Ὀδυσσεύς,
γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
λίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
145ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.

γουνοῦμαί σε, ἄνασσα: θεός νύ τις, βροτός ἐσσι;
150εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐίσκω:
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
155τρὶς μάκαρες δὲ κασίγνητοι: μάλα πού σφισι θυμὸς
αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.
160οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα: σέβας μ᾽ ἔχει εἰσορόωντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: