previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
εὗδον παννύχιος καὶ ἐπ᾽ ἠῶ καὶ μέσον ἦμαρ.
δείλετό τ᾽ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
290ἀμφιπόλους δ᾽ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
παιζούσας, ἐν δ᾽ αὐτὴ ἔην ἐικυῖα θεῇσι:
τὴν ἱκέτευσ᾽: δ᾽ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
ἐρξέμεν: αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
295 μοι σῖτον ἔδωκεν ἅλις ἠδ᾽ αἴθοπα οἶνον
καὶ λοῦσ᾽ ἐν ποταμῷ καί μοι τάδε εἵματ᾽ ἔδωκε.
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
ξεῖν᾽, τοι μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησε
300παῖς ἐμή, οὕνεκά σ᾽ οὔ τι μετ᾽ ἀμφιπόλοισι γυναιξὶν
ἦγεν ἐς ἡμέτερον, σὺ δ᾽ ἄρα πρώτην ἱκέτευσας.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
ἥρως, μή τοι τοὔνεκ᾽ ἀμύμονα νείκεε κούρην:
μὲν γάρ μ᾽ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
305ἀλλ᾽ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι:
δύσζηλοι γάρ τ᾽ εἰμὲν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων.

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
ξεῖν᾽, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
310μαψιδίως κεχολῶσθαι: ἀμείνω δ᾽ αἴσιμα πάντα.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων τ᾽ ἐγώ περ,
παῖδά τ᾽ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
αὖθι μένων: οἶκον δέ κ᾽ ἐγὼ καὶ κτήματα δοίην,
315εἴ κ᾽ ἐθέλων γε μένοις: ἀέκοντα δέ σ᾽ οὔ τις ἐρύξει
Φαιήκων: μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (6 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1058
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 6.303
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.410
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.275
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: