This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐσσυμένως δ᾽ ἤιξε κατ᾽ Οὐλύμποιο καρήνων,
450ἐς δ᾽ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
τὸ πρίν, ἀτὰρ τότε γ᾽ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον: ἔκευθε δ᾽ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου: αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455ἦρος ἀεξομένοιο, πέδῳ δ᾽ ἄρα πίονες ὄγμοι
βρισέμεν ἀσταχύων, τὰ δ᾽ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ᾽ ἐπέβη πρώτιστον ἀπ᾽ αἰθέρος ἀτρυγέτοιο:
ἀσπασίως δ᾽ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ᾽ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος:
460δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
[δωσέμεν, ἅς κ᾽ ἐθέλῃσθα] μετ᾽ ἀθανάτοισι θεοῖσι.
[νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
[τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
465[τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
[ὣς ἄρ᾽ ἔφη τελέ]εσθαι: ἑῷ δ᾽ ἐπένευσε κάρητι.
[ἀλλ᾽ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
470ὣς ἔφατ᾽. οὐδ᾽ ἀπίθησεν ἐυστέφανος Δημήτηρ:
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων:
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισ᾽: ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
475Εὐμόλπου τε βίῃ Κελεῷ θ᾽ ἡγήτορι λαῶν
δρησμοσύνην θ᾽ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τ᾽ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτ᾽ ἀχέειν: μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
480ὄλβιος, ὃς τάδ᾽ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων:
ὃς δ᾽ ἀτελὴς ἱερῶν ὅς τ᾽ ἄμμορος, οὔποθ᾽ ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
αὐτὰρ ἐπειδὴ πάνθ᾽ ὑπεθήκατο δῖα θεάων,
βάν ῥ᾽ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων.
485ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
σεμναί τ᾽ αἰδοῖαι τε: μέγ᾽ ὄλβιος, ὅν τιν᾽ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων:
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
490 ἀλλ᾽ ἄγ᾽ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ᾽, ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια:
πρόφρονες ἀντ᾽ ᾠδῆς βίοτον θυμήρε᾽ ὄπαζε.
495αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.