This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[96]
ἣν δέδοικα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες: τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας: οὐ μὴν διὰ τοῦτόν γ᾽ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλ᾽ ἄτοπον μέν ἐστιν ὃ μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ: εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω: εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθ᾽ ἐπολέμουν, οὐδ᾽ ὄνομ᾽ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.