This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[166]
ὧν τοῖς βελτίοσι πειθόμενοι καὶ κατὰ ταὔθ᾽ ἡμῖν θέμενοι τὴν ψῆφον, αὐτοί θ᾽ ἃ προσήκει δόξετ᾽ ἐγνωκέναι, καὶ τῇ πόλει τὰ κράτιστ᾽ ἔσεσθ᾽ ἐψηφισμένοι, κἄν τις ἄρ᾽ ἔλθῃ ποτὲ καιρός, οὐκ ἀπορήσετε τῶν ἐθελησόντων ὑπὲρ ὑμῶν κινδυνεύειν. ὑπὲρ οὖν τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς σπουδάζειν καὶ προσέχειν τὸν νοῦν, ὅπως μὴ βιασθῆθ᾽ ἁμαρτάνειν. πολλὰ γὰρ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πολλάκις οὐκ ἐδιδάχθηθ᾽ ὡς ἔστι δίκαια, ἀλλ᾽ ἀφῃρέθηθ᾽ ὑπὸ τῆς τῶν λεγόντων κραυγῆς καὶ βίας καὶ ἀναισχυντίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.