This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[99]
τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία: παιδία γὰρ παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται: τοῦτο γὰρ λοιπόν. ἀλλ᾽ ἴστε δήπου τοῦθ᾽ ὅτι τοὺς ἀδίκως τι πάσχοντας, ὃ μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν ταῦτ᾽ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδ᾽ οὐκ ἐλεηθένθ᾽ ὑπὸ τούτου, ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδ᾽ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ. οὐ γάρ ἐστιν ὄφλημ᾽ ὅ τι χρὴ καταθέντ᾽ ἐπίτιμον γενέσθαι τουτονί, ἀλλ᾽ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.