This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
ἀλλ᾽ ἥ γε τούτου πικρία καὶ μιαιφονία καὶ ὠμότης παρῆν καὶ ἐξητάζετο. οὐχὶ παιδία, οὐχὶ μητέρας τῶν κρινομένων ἐνίων γραῦς παρεστώσας ὁρῶν οὗτος ἠλέει. εἶτα σοὶ συγγνώμη; πόθεν ἢ παρὰ τοῦ; ἢ τοῖς σοῖς παιδίοις ἔλεος; πολλοῦ γε καὶ δεῖ. σὺ τὸν εἰς ταῦτ᾽ ἔλεον προδέδωκας, Ἀριστογεῖτον, μᾶλλον δ᾽ ἀνῄρηκας ὅλως. μὴ δὴ πρὸς οὓς αὐτὸς ἔχωσας λιμένας καὶ προβόλων ἐνέπλησας, πρὸς τούτους προσορμίζου: οὐ γὰρ δίκαιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.