This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πάντα δ᾽, ὅσων κύριος τῶν τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τ᾽ ἐστίν, δίκην ταλάντων εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ. ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδ᾽ ὅτι ἥ τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος ἡ δίκη γνώσεσθ᾽ ἅμα ταῦτ᾽ ἀκούσαντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

