This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμ᾽ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτ᾽ ἔθετ᾽ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτ᾽ ὤφθη χρώμενος. ἐγὼ δ᾽ οὐδέν᾽ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτ᾽ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.