This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι: πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ δι᾽ ἃν ἀδικηθῶσιν ὑφ᾽ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτ᾽ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδ᾽ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.