This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπ᾽ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλ᾽ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτ᾽ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους: τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθ᾽ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. ἀφῶμεν τοίνυν τοῦτ᾽ ἤδη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.