This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[66]
ταῦτα μέντοι τὰ τοσαύτην ἔχοντ᾽ αἰσχύνην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντ᾽ ἀποκρύπτεσθαι προῄρηται πράττειν, ἵν᾽ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτ᾽ ἄλλο μηδὲν ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ: ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθ᾽ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ θυγατρί, οὐδ᾽ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφ᾽ ὑμῶν λῃτουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτιμούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς ἃ δεῖ τῇ πόλει, ἢ κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλ᾽ ἐπὶ τῷ κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.