previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μικρὰν ἄν μοι δοκεῖτ᾽, ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλ᾽ ὑπάγεσθ᾽ ἑκάστοτε πράττειν ἔνια, οὐδ᾽ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δ᾽ οἶδα μὲν τοῦθ᾽ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων: οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρ᾽ συμφέρειν ὑμῖν ἡγοῦμαι. [2]

τὴν μὲν [οὖν] ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται: περιιὼν μὲν ἕκαστοςὡς αἰσχρὰ καὶ δεινάλέγει καὶμέχρι τοῦ προβήσεται τὰ πράγματα;’ συγκαθεζόμενος δ᾽ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστ᾽ εἰπόντι: πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δ᾽ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: