previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἴη μέν, ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετ᾽ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθ᾽ ὑμῖν εἶναι καὶ ὄνθ᾽ ὡς ἀληθῶς. δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν. [2] ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθ᾽ ὑμῖν οἱ ταὔθ᾽ οἷς ὑμεῖς βούλεσθε λέγοντες: ἂν δέ τι συμβῇ παρ᾽ νῦν οἴεσθε, μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθ᾽ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότ᾽ ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτ᾽ ἐφ᾽ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας. [3] ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθ᾽ τούτοις δοκεῖ, ὅτ᾽ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γ᾽ ἐπιτιμᾶν ἕξουσιν, ἀλλ᾽ ὅσ᾽ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθ᾽ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖ᾽ ἄττ᾽ ἂν , κοινωνήσουσιν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: