Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δ᾽ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δ᾽ ἂν ἐροίμην αὐτούς (καὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθω) τί δὴ τἄλλ᾽ ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστ᾽ ἄξιόν ἐστιν τῶν παρ᾽ ἐκείνοις ἄγασθαι, τοῦτ᾽ οὐ μιμοῦνται, μᾶλλον δ᾽ αὐτὸ τοὐναντίον ποιοῦσιν;