previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδέν᾽, ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτ᾽ ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν: ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ᾽ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδέν᾽ ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου: οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις τοιοῦτος εἴη. [2] μὲν οὖν ἀρχὴ τοῦ ταῦθ᾽ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτ᾽ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δ᾽ αὐτόματ᾽ ἔσται. ἔδει μὲν οὖν ταῦθ᾽ ὑπ᾽ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος [ἐλέγχου] τῇ πόλει: δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι. [3] τὸ μὲν γὰρ ἕκαστ᾽ ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι: τὸ δὲ μὴ πάλαι πάντ᾽ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημ᾽ ἔγωγε κρίνω. ἐν τοίνυν τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθ᾽ ὅπως μὴ ἅμα τούς τ᾽ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθ᾽ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθ᾽ ὅπως ταῦτ᾽ ἄνευ μεγάλου τινὸς <κακοῦ> στήσεται, μηδενὸς ἀντιλαμβανομένου.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: