This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἃ γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτ᾽ ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ: καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δ᾽ ὡς γυνή: καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δ᾽ αἰσχρῶν ἥττων: οἷς δ᾽ ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτ᾽ ἐφ᾽ οἷς ἀλγοῦσιν οἱ ἀκούοντες: ὁ δ᾽, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται.