previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἦλθεν ἐπιστολὴ παρ᾽ Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δ᾽ ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρ᾽ Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί. [2] ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος μετὰ τοῦ παρ᾽ ἐμοῦ φέροντος γράμματα παρὰ Πολεμαίστου πρὸς τὸν ἀδελφὸν Ἐπίνικον, ἄνδρ᾽ ὑμῖν εὔνουν καὶ ἐμοὶ φίλον, κἀκείνου πρὸς ἔμ᾽ ἀγαγόντος, ἀκούσαντί μοι ἔλεγεν ἐδόκει πρὸς ὑμᾶς αὐτὸν ἀποστεῖλαι, ὅπως πάντα σαφῶς ἀκούσαντες τὰ ἐν τῷ στρατοπέδῳ γεγονότα τοῦ περὶ τὴν μάχην παραγεγενημένου τό τ᾽ εἰς τὸ παρὸν θαρρῆτε, καὶ τὰ λοιπὰ τῶν θεῶν θελόντων ὡς βούλεσθ᾽ ἕξειν ὑπολαμβάνητε. εὐτυχεῖτε.

hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: