previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλέων

ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
1015φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σ᾽ ἐκέλευσ᾽ ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ᾽ ἀπολεῖται.
1020πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.

Δῆμος

ταυτὶ μὰ τὴν Δήμητρ᾽ ἐγὼ οὐκ οἶδ᾽ τι λέγει.
τί γάρ ἐστ᾽ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

Κλέων

ἐγὼ μέν εἰμ᾽ κύων: πρὸ σοῦ γὰρ ἀπύω:
σοὶ δ᾽ εἶπε σῴζεσθαί μ᾽ Φοῖβος τὸν κύνα.

Ἀλλαντοπώλης

1025οὐ τοῦτό φησ᾽ χρησμός, ἀλλ᾽ κύων ὁδὶ
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστ᾽ ὀρθῶς περὶ τούτου τοῦ κυνός.

Δῆμος

λέγε νυν: ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μ᾽ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.

Ἀλλαντοπώλης

1030φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῴ σαίνων σ᾽ ὁπόταν δειπνῇς ἐπιτηρῶν
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς:
ἐσφοιτῶν τ᾽ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

Δῆμος

1035νὴ τὸν Ποσειδῶ πολύ γ᾽ ἄμεινον Γλάνι.

Κλέων

τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
ἔστι γυνή, τέξει δὲ λέονθ᾽ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥστε περὶ σκύμνοισι βεβηκώς: τὸν σὺ φυλάξαι,
1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτ᾽ οἶσθ᾽ τι λέγει;

Δῆμος
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Κλέων

ἔφραζεν θεός σοι σαφῶς σῴζειν ἐμέ:
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

Δῆμος

καὶ πῶς μ᾽ ἐλελήθης Ἀντιλέων γεγενημένος;

Ἀλλαντοπώλης

1045ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
ἐν σε σῴζειν τόνδ᾽ ἐκέλευσ᾽ Λοξίας.

Δῆμος

πῶς δῆτα τοῦτ᾽ ἔφραζεν θεός;

Ἀλλαντοπώλης
τουτονὶ
δῆσαί σ᾽ ἐκέλευ᾽ ἐν πεντεσυρίγγῳ ξύλῳ.

Δῆμος

1050ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ ἤδη μοι δοκεῖ.

Κλέων

μὴ πείθου: φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλ᾽ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

Ἀλλαντοπώλης

τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055Κεκροπίδη κακόβουλε τί τοῦθ᾽ ἡγεῖ μέγα τοὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη:
ἀλλ᾽ οὐκ ἂν μαχέσαιτο: χέσαιτο γάρ, εἰ μαχέσαιτο.

Κλέων

ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
ἔστι Πύλος πρὸ Πύλοιο

Δῆμος
τί τοῦτο λέγει, πρὸ Πύλοιο;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: