previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλαντοπώλης

τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλέων

καὶ μήν σ᾽ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι:
1235παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;

Ἀλλαντοπώλης

ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλέων

πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Ἀλλαντοπώλης

κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον:

Κλέων

1240 Φοῖβ᾽ Ἄπολλον Λύκιε τί ποτέ μ᾽ ἐργάσει;
τέχνην δὲ τίνα ποτ᾽ εἶχες ἐξανδρούμενος;

Ἀλλαντοπώλης

ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

Κλέων

οἴμοι κακοδαίμων: οὐκέτ᾽ οὐδέν εἰμ᾽ ἐγώ.
λεπτή τις ἐλπίς ἐστ᾽ ἐφ᾽ ἧς ὀχούμεθα.
1245καί μοι τοσοῦτον εἰπέ: πότερον ἐν ἀγορᾷ
ἠλλαντοπώλεις ἐτεὸν 'πὶ ταῖς πύλαις;

Ἀλλαντοπώλης

ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

Κλέων

οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετ᾽ εἴσω τόνδε τὸν δυσδαίμονα.
1250 στέφανε χαίρων ἄπιθι, κεἴ σ᾽ ἄκων ἐγὼ
λείπω: σὲ δ᾽ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.

Ἀλλαντοπώλης

Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χορός

χαῖρε καλλίνικε καὶ μέμνησ᾽ ὅτι
1255ἀνὴρ γεγένησαι δι᾽ ἐμέ: καί σ᾽ αἰτῶ βραχύ,
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

Δῆμος

ἐμοὶ δέ γ᾽ τι σοι τοὔνομ᾽ εἴπ᾽.

Ἀλλαντοπώλης
Ἀγοράκριτος:
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δῆμος

Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

Ἀλλαντοπώλης

καὶ μὴν ἐγώ σ᾽ Δῆμε θεραπεύσω καλῶς,
ὥσθ᾽ ὁμολογεῖν σε μηδέν᾽ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 597
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: